Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 13.4 Dem. 13.8 (English) >>Dem. 13.10

13.6ἀλλὰ τί ὑμῖν γένηται; πρῶτον μὲν οἱ σύμμαχοι μὴ φρουραῖς, ἀλλὰ τῷ ταὐτὰ συμφέρειν ὑμῖν κἀκείνοις ὦσιν οἰκεῖοι, ἔπειθʼ οἱ στρατηγοὶ μὴ ξένους ἔχοντες τοὺς μὲν συμμάχους ἄγωσι καὶ φέρωσι, τοὺς δὲ πολεμίους μηδʼ ὁρῶσιν, ἀφʼ ὧν αἱ μὲν ὠφέλειαι τούτων εἰσὶν ἴδιαι, τὰ δὲ μίση καὶ τὰ ἐγκλήματα ἐφʼ ὅλην ἔρχεται τὴν πόλιν, ἀλλὰ πολίτας τοὺς ἀκολουθοῦντας ἔχοντες τοὺς ἐχθρούς, νῦν τοὺς φίλους, ποιῶσιν. 13.7χωρὶς δὲ τούτων πολλὰ τῶν πραγμάτων τὴν ὑμετέραν ποθεῖ παρουσίαν, καὶ ἄνευ τοῦ πρὸς τοὺς οἰκείους πολέμους οἰκείᾳ χρῆσθαι δυνάμει συμφέρειν, καὶ πρὸς τἄλλα πράγματʼ ἀναγκαῖόν ἐστιν. εἰ μὲν γὰρ ἡσυχίαν ἔχειν ὑμῖν ἀπέχρη καὶ μηδὲν τῶν Ἑλληνικῶν περιεργάζεσθαι ὅπως ἔχει, ἄλλος ἂν ἦν λόγος· 13.8νῦν δὲ πρωτεύειν μὲν ὑμεῖς ἀξιοῦτε καὶ τὰ δίκαιʼ ὁρίζειν τοῖς ἄλλοις, τὴν δὲ ταῦτʼ ἐφορεύσουσαν καὶ φυλάξουσαν δύναμιν οὔτε κατεσκεύασθʼ οὔτε κατασκευάζεσθε, ἀλλʼ ἐπὶ πολλῆς μὲν ἡσυχίας καὶ ἐρημίας ὑμῶν Μυτιληναίων δῆμος καταλέλυται, ἐπὶ πολλῆς δʼ ἡσυχίας Ῥοδίων, ἐχθρός γʼ ὢν ἡμῖν, φαίη τις ἄν· ἀλλὰ μείζω χρὴ νομίζειν, ἄνδρες Ἀθηναῖοι, τὴν πρὸς τὰς ὀλιγαρχίας ὑπὲρ αὐτῆς τῆς προαιρέσεως ἔχθραν, τὴν πρὸς τοὺς δήμους ὑπὲρ ὧν ποτʼ ἂν .


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 13.4 Dem. 13.8 (English) >>Dem. 13.10

Powered by PhiloLogic